Admin Admin
Αριθμός μηνυμάτων : 3020 Ημερομηνία εγγραφής : 17/12/2010
| Θέμα: 14/08/2012 Προεόρτια (παραμονή) τῆς κοιμήσεως τῆς Θεοτόκου Τρι Αυγ 14, 2012 1:06 am | |
| Παραμονὴ τῆς μεγάλης ἑορτῆς.Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.Λαοὶ προσκιρτήσατε, χεῖρας κροτοῦντες πιστῶς, καὶ πόθω ἀθροίσθητε, σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνη· τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, μέλλει τῶν ἐπιγείων, πρὸς τὰ ἄνω ἀπαίρειν, ἐνδόξως· ἣν ἐν ὕμνοις ἀεί, ὡς Θεοτόκον δοξάζομεν.Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, προσκιρτῶσα σήμερον, μετ’ εὐφροσύνης μυστικῶς, Θεοκυῆτορ κραυγάζει σοι· χαῖρε Παρθένε Χριστιανῶν τὸ καύχημα.Μεγαλυνάριον.Ἄνωθεν χορεῖαι Ἀγγελικαί, καὶ ἀπὸ περάτων, Ἀποστόλων θεία πληθύς, σπεύσατε προθύμως Γεθσημανῇ χωρίῳ, κηδεῦσαι ἐπαξίως, τὴν Θεομήτορα.πηγή | |
|