Παντάνασσα, πανύμνητε, Παρθενομῆτορ Κόρη,
ἐμῶν ῥημάτων ἄκουσον καὶ πρόσχες μοι τοῖς λόγοις.
Ἰδὲ δακρύων σταλαγμούς, ἰδὲ ψυχῆς τὴν λύπην,
ἰδὲ καὶ μὴ παρίδῃς με, Δέσποινα Θεοτόκε.
Οὐ φέρω τὰς ἐπιβουλὰς σατᾶν τοῦ βροτοκτόνου,
οὐ φέρω τὴν ἐπίθεσιν, οὐ φέρω τὴν κακίαν.
Οὐ στέγω τούτου μηχανάς, ἐνέδρας, λόγους, δόλους,
οὐχ ὑπομένειν δύναμαι τὴν πλάνην καὶ ἀπάτην.
Βιάζει καὶ πειράζει με νυκτὸς καὶ καθ' ἡμέραν
συντρίβει καὶ θηρεύει με, πράξεσιν ἀθεμίτοις.
Εἰς ἁμαρτίας βάραθρα ἕλκει καὶ συνωθεῖ με·
ψυχῆς τὰς κόρας ἔσβεσεν, ἠμαύρωσε τὸν νοῦν μου.
Τὸ σῶμα κατερρύπωσεν, ἐσπίλωσε τὸ πνεῦμα·
ἐξέδυσέ με τὴν λαμπρὰν στολὴν τῆς σωφροσύνης.
Ἀφήρπασεν, ἐσύλησε τὸν πλοῦτον τῆς ψυχῆς μου,
τὰ δῶρα καὶ χαρίσματα, παρὰ Θεοῦ δοθέντα.
Πένητά με κατέστησε πάντων καλῶν ὧν εἶχον
λοιπόν, Ἁγνὴ πανάχραντε, Χριστιανῶν ἡ δόξα.
Τῶν θλιβομένων χαρμονή, λιμὴν χειμαζόμενων
καὶ σκέπη καὶ κραταίωμα τῶν καταπονούμενων.
Ἡ τὸν Χριστόν μου τέξασα τοῦ κόσμου τὸν Δεσπότην
καὶ γαλακτοτροφήσασα τὸν τρέφοντα τὴν κτίσιν.
Ἐλέησον, οἰκτείρησον τὸν σὸν ἀχρεῖον δοῦλον
καὶ τὸν ἐχθρὸν τὸν πονηρόν, τὸν ψυχοφθόρον λύκον,
κατάβαλε, Πανύμνητε, ἐλπὶς ἀπηλπισμένων
καὶ δός μοι τὴν συγχώρησιν τῶν πρῴην μου πταισμάτων,
καὶ τὴν ἀντίληψιν τὴν σὴν νῦν τε καὶ μέχρι τέλους·
Θεογεννῆτορ, ἔχειν με, μηδόλως χωρισθῆναι.
Ἐπὶ τῷ τέλει φάνηθι μεσῖτις καὶ προστάτις·
ἐξαιρουμένη μὲ δεινῶν κ' αἰσχύνης αἰωνίου.
Ἐν λύπαις γὰρ παράκλησιν ἔχω σε, Θεομῆτορ,
προστάτιν ἐν τοῖς πειρασμοῖς, ῥύστιν ἐν τοῖς κινδύνοις.
Νῦν τὰς ἐλπίδας ἐπί σοί, τίθημι, Θεοτόκε·
σὲ κέκτημαι καὶ βοηθὸν κατὰ τῶν ἐναντίων.
Ἐν θλίψεσι παραψυχήν, ἐν νόσοις θεραπείαν
καθ' ὅλον παραμύθιον διὰ παντὸς τοῦ βίου.
Καὶ δὸς φωναῖς ψαλμωδικαῖς εὐχαριστεῖν σοι, Κόρη·
Καὶ μεγαλύνειν διὰ σοῦ τὸν πλάστην καὶ Θεόν μου.
Πάντοτε, νῦν τε καὶ ἀεὶ κ᾿ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.
Πηγή: Από το Συνταγμάτιον ευχών ιερ. Ματθ. Τζιγάλα του Κυπρίου, Προσευχητάριον Σιμωνώφ)
http://www.gonia.gr/gonia.php?article=1716